Apolytikion
of St. Demetrios
Ἦχος γ'
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις,
σὲ ὑπέρμαχον ἡ οἰκουμένη,
Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον.
Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν,
ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα,
οὕτως Ἅγιε,
Μεγαλομάρτυς Δημήτριε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Tone
Three
The
world has found you to be a great defense against tribulation
and
a vanquisher of heathens, O Passion-bearer.
As
you bolstered the courage of Nestor,
who
then humbled the arrogance of Lyaios in battle,
Holy
Demetrius, entreat Christ God to grant us great mercy.
Kontakion
Ἦχος β'
Τοῖς τῶν ἰαμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκκλησίαν Θεὸς
ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου
ἄτρωτον· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
God,
who has given you invincible might,
has
tinged the Church with streams of your blood, Demetrius!
He
preserves your city from harm,
for you are its foundation!
Ἡ μνήμη σου ἔνδοξε, Μάρτυς Δημήτριε, ἐφαίδρυνε σήμερον, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν ἐπαξίως, εὐφημεῖν σε θεόφρον, ὡς ὄντως στρατιώτην, καὶ ἐχθρῶν καθαιρέτην· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.
Ἀθλήσεως καύχημα, Μάρτυς Δημήτριε, Χριστὸν ἐνδυσάμενος,
κατεπολέμησας, ἐχθρὸν τὸν ἀνίσχυρον· πλάνην γὰρ τῶν ἀνόμων, ἐν αὐτῷ καταργήσας, γέγονας τοῖς ἐν πίστει, εὐσεβείας ἀλείπτης· διό σου καὶ τὴν μνήμην, σεπτῶς πανηγυρίζομεν.
Ἐλπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν· τοῦτον σὺν τοῖς Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.
Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς, σοῦ δεομένους, συμπαθοῦς ἐπισκέψεως· καὶ ῥῦσαι κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς, καὶ δεινῇ μανίᾳ τῆς αἱρέσεως· ὑφ' ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ διωκόμεθα, τόπον ἐκ τόπου, συνεχῶς διαμείβοντες, καὶ πλανώμενοι, ἐν σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον, τὴν καθ' ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τεῖχος ὠχυρωμένον ἡμῖν, τὰς ἑλεπόλεις τῶν ἐχθρῶν μὴ πτοούμενον, ἐδόθης τὰς τῶν βαρβάρων, ἐπιδρομὰς καταργῶν, καὶ πασῶν τῶν νόσων τὰ συμπτώματα· κρηπὶς ἀκατάβλητος, καὶ θεμέλιος ἄρρηκτος, καὶ πολιοῦχος, οἰκιστὴς καὶ ὑπέρμαχος, ἐχρημάτισας, τῇ σῇ πόλει Δημήτριε· ἣν καὶ νῦν παμμακάριστε, δεινῶς κινδυνεύουσαν, καὶ τρυχομένην ἀθλίως, ταῖς σαῖς πρεσβείαις διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Πᾶσαν τὴν ἀρετὴν συλλαβών, τῶν Ἀθλοφόρων ὁ χορὸς ἀναδείκνυται, ἐντεῦθεν τῆς ἀκηράτου, καὶ μακαρίας ζωῆς, τὴν τρυφὴν ἀξίως ἐκληρώσαντο· ἐν οἷς ἀξιάγαστε, διαπρέπων Δημήτριε, καὶ τῇ μιμήσει, τοῦ Χριστοῦ σεμνυνόμενος, καὶ καυχώμενος, τῇ τῆς λόγχης ἰσότητι, αἴτησαι ἐκτενέστερον, ἡμᾶς τοὺς τιμῶντάς σε, τῶν παθημάτων ῥυσθῆναι, καὶ χαλεπῶν περιστάσεων, θερμῶς ἱκετεύων, τὸν περέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι· τὸν δι' αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον· τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐνεργοῦντα δι' αὐτοῦ πᾶσι τὰ ἰάματα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
1) Ενδέχεται το περιεχόμενο του άρθρου να μη συμπίπτει με τις απόψεις και θέσεις του Ιστολογίου.
2) Να μην χρησιμοποιείτε greeklish για τον καλύτερη κατανόηση των σχολίων σας.
3) Να τσεκάρετε το πλαίσιο "Να λαμβάνω ειδοποιήσεις" που βρίσκεται κάτω από το μήνυμα σας, πριν δημοσιεύσετε το σχόλιό σας, ώστε να ειδοποιείστε για τα επόμενα σχόλια αυτής της ανάρτησης, μέσω της ηλεκτρονικής σας διεύθυνσης.
4)Τα σχόλια ελέγχονται από τον Διαχειριστή.
5) Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: Johhlotsios@gmail.com.